Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 19.314 Joseph. AJ 19.319 (English) >>Joseph. AJ 19.325

19.317

Σίλας δʼ τοῦ βασιλέως ἔπαρχος ἐπεὶ διὰ πάσης αὐτῷ τύχης ἐγεγόνει πιστὸς οὐδένα κίνδυνόν ποτε κοινωνεῖν ἀνηνάμενος, ἀλλὰ καὶ τοὺς σφαλερωτάτους ὑποδὺς πολλάκις πόνους, πεποιθήσεως ἦν ἀνάπλεως, προσήκειν ὑπολαμβάνων ἰσοτιμίαν βεβαιότητι φιλίας. 19.318οὐδαμῆ τοίνυν ὑποκατεκλίνετο βασιλεῖ, παρρησίαν δὲ διὰ πάσης ὁμιλίας ἦγεν, κἀν ταῖς φιλοφρονήσεσιν ἐγίνετο φορτικὸς σεμνύνων ἑαυτὸν ἀμέτρως καὶ πολλάκις τῷ βασιλεῖ τὰ στυγνὰ τῆς τύχης ἄγων εἰς ἀνάμνησιν, ἵνα τὴν ἑαυτοῦ τότε σπουδὴν παραδεικνύῃ, συνεχῶς δʼ ἦν, ὡς ὑπὲρ αὐτοῦ κάμοι, πολλὰ διεξιών. 19.319τούτων οὖν τὸ πλεονάζον ὀνειδισμὸς ἐδόκει· διὸ προσάντως βασιλεὺς ἐδέχετο τὴν ἀταμίευτον παρρησίαν τἀνδρός· οὐχ ἡδεῖαι γὰρ αἱ τῶν ἀδόξων χρόνων ἀναμνήσεις, εὐήθης δὲ διηνεκῶς ποτε ὠφέλησεν προφέρων. 19.320τέλος γοῦν ἀνηρέθισε σφόδρα Σίλας τοῦ βασιλέως τὸν θυμὸν κἀκεῖνος ὀργῇ πλέον λογισμῷ διδοὺς οὐ τῆς ἐπαρχίας μόνον μετέστησε τὸν Σίλαν, ἀλλὰ καὶ παρέδωκεν δεθησόμενον εἰς τὴν ἐκείνου πατρίδα πέμψας. 19.321χρόνῳ δὲ τὸν θυμὸν ἠμβλύνθη καὶ λογισμοῖς εἰλικρινέσι τὴν περὶ τἀνδρὸς κρίσιν ἐφῆκεν ἐν νῷ λαμβάνων ὅσους ὑπὲρ ἐκείνου πόνους ἐκεῖνος ἀνέτλη. ἡμέραν οὖν ἑορτάζων αὐτοῦ γενέθλιον, ὅτε πᾶσιν ὧν ἦρχεν εὐφροσύνη καθίσταντο θαλίαι, τὸν Σίλαν ἀνεκάλει παραυτίκα συνέστιον αὐτῷ γενησόμενον.



Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 19.314 Joseph. AJ 19.319 (English) >>Joseph. AJ 19.325

Powered by PhiloLogic